Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.25 Joseph. AJ 1.29 (English) >>Joseph. AJ 1.34

1.27

Ἐν ἀρχῇ ἔκτισεν θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δʼ ὑπʼ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δʼ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν θεός. 1.28καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας. 1.29καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δʼ αὐτὴν μίαν εἶπε· τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δʼ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι. 1.30μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτʼ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατʼ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος. 1.31τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατʼ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.25 Joseph. AJ 1.29 (English) >>Joseph. AJ 1.34

Powered by PhiloLogic